Η ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΧΡΙΣΤΟΥ - 25/12/2021
Πρὸς Γαλάτας (δ΄ 4-7)
4 ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ. 7 ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ’ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.
Ερμηνεία (Παν. Τρεμπέλα)
4 Ὅταν ὅμως συνεπληρώθη ὁ χρόνος, ποὺ εἶχεν ὁρίσει ἡ πανσοφία τοῦ Θεοῦ, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱόν του εἰς τὸν κόσμον, ὁ ὁποῖος ἔγινεν ἄνθρωπος ἀπὸ γυναῖκα, καὶ συνεμορφώθη πρὸς τὸν μωσαϊκὸν νόμον, 5 διὰ νὰ ἑξαγοράσῃ ἐκείνους, ποὺ ἦσαν ὑπὸ τὴν κατάραν τοῦ μωσαϊκοῦ νόμου, διὰ νὰ λάβωμεν τὴν υἱοθεσίαν, ποὺ ὁ Θεὸς μᾶς εἶχεν ὑποσχεθῆ. 6 Ναί· δὲν εἶσθε πλέον δοῦλοι, ἀλλὰ υἱοὶ τοῦ Θεοῦ. Διότι δὲ εἶσθε υἱοὶ τοῦ ἐπουρανίου Πατρός, διὰ τοῦτο ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ του εἰς τὰς καρδίας σας, τὸ ὁποῖον δίδει τὴν πληροφορίαν καὶ τὴν παρρησίαν νὰ ἀπευθύνεσθε εἰς τὸν Θεὸν μὲ τὴν κραυγὴν καὶ ἐπίκλησιν: Ἀββᾶ, δηλαδὴ πάτερ. 7 Ὥστε σύμφωνα μὲ τὰ λεχθέντα σύ, ποὺ ἐπίστευσες εἰς τὸν Χριστόν, δὲν εἶσαι πλέον δοῦλος, ἀλλ’ εἶσαι κατὰ χάριν υἱὸς τοῦ Θεοῦ. Ἐὰν δὲ εἶσαι υἱός, εἶσαι συγχρόνως καὶ κληρονόμος τοῦ Θεοῦ. Γίνεσαι δὲ κληρονόμος διὰ μέσου τοῦ Χριστοῦ.
Ἐκ τοῦ κατὰ Ματθαίον (β΄ 1 – 12)
1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα 2 λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. 3 ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ, 4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. 5 οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου· 6 Καὶ σύ Βηθλέεμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. 7 Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, 8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπε· Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. 9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον· 10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. 11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· 12 καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Ερμηνεία (Παν. Τρεμπέλα)
1 Όταν δὲ ὁ Ἰησοῦς ἐγεννήθη εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας κατὰ τὰς ἡμέρας τοῦ βασιλέως Ἡρῴδου ἰδοὺ σοφοὶ ἀστρολόγοι ἀπὸ τὰ μέρη τῆς ἀνατολῆς ἦλθαν εἰς τὰ Ἱεροσόλυμα 2 2 καὶ εἶπαν· Ποῦ εἶναι ὁ βασιλεὺς τῶν Ἰουδαίων, ποὺ τώρα τελευταίως ἐγεννήθη; Διότι εἴδαμεν τὸν ἀστέρα του τὴν ὥραν, ποὺ μὲ τὴν ἀνατολήν του ἔδιδεν εἴδησιν διὰ τὴν γέννησιν τοῦ νέου βασιλέως καὶ ἤλθαμεν νὰ τὸν προσκυνήσωμεν. 3 3 Ὅταν ὅμως ὁ βασιλεὺς Ἡρῴδης ἤκουσε τὸν λόγον αὐτόν, ποὺ εἶπαν οἱ μάγοι, ἐταράχθη, ἐπειδὴ ἐφοβήθη, μήπως ὁ νέος βασιλεὺς γίνῃ ἀντίζηλός του.Συγχρόνως ὅμως ἐταράχθησαν μαζὶ μὲ αὐτὸν καὶ οἰ κάτοικοι ὅλης τῆς πόλεως τῶν Ἱεροσολύμων, ἐπειδὴ ἐφοβήθησαν, μήπως ἡ στενοχωρία τοῦ σκληροῦ Ἡρῴδου ξεσπάσῃ εἰς αὐτούς. 4 Καὶ ἀφοῦ ἐμάζευσεν ὁ Ἡρῴδης ὅλους τοὺς ἀρχιερεῖς καὶ τοὺς γραμματεῖς τοῦ λαοῦ, ποὺ ἐθεωροῦντο γνῶσται καὶ διδάσκαλοι τοῦ νόμου, ἐζήτει νὰ μάθῃ ἀπὸ αὐτούς, εἰς ποῖον μέρος σύμφωνα μὲ τὰς προφητείας ἐπρόκειτο νὰ γεννηθῇ ὁ Χριστός, ὁ Μεσσίας δηλαδὴ καὶ βασιλεὺς τοῦ Ἰσραήλ. 5 Αὐτοὶ δὲ τοῦ εἶπαν· γεννᾶται εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας, διότι ἔτσι ἔχει γραφῆ ἀπὸ τὸν Θεὸν διὰ μέσου τοῦ προφήτου Μιχαίου· 6 Καὶ σύ, Βηθλεέμ, ποὺ περιλαμβάνεσαι εἰς τὴν χώραν τῆς φυλῆς τοῦ Ἰούδα, μολονότι φαίνεσαι χωρίον μικρόν, δὲν εἶσαι ὅμως καθόλου ἡ πλέον ἀσήμαντος ἀπὸ τὰς πρωτευούσας πόλεις, ποὺ ἡγεμονεύουν εἰς τὴν χώραν τῆς φυλῆς τοῦ Ἰούδα.Καὶ δὲν εἶσαι ἡ πλέον,μικρά, διότι ἀπὸ σὲ θὰ βγῇ ἄρχων, ὁ ὁποῖος θὰ ποιμάνῃ τὸν λαόν μου τὸν Ἰσραήλ. 7 Τότε ὁ Ἡρῴδης, ἀφοῦ κρυφίως ἐκάλεσε τοὺς μάγους, ἐξηκρίβωσεν ἀπὸ αὐτοὺς τὸν χρόνον, ἀφ’ ὅτου ἐφαίνετο τὸ ἄστρον. 8 Καὶ ἀφοῦ τοὺς ὡδήγησε νὰ μεταβοῦν εἰς τὴν Βηθλεέμ, εἶπε· Πηγαίνετε ἐκεῖ καὶ ἐξετάσετε μὲ πᾶσαν ἀκρίβειαν διὰ τὸ παιδίον.Ὅταν δὲ εὕρετε, φέρετέ μου εἴδησιν, διὰ νὰ ἔλθω καὶ ἑγὼ εἰς Βηθλεὲμ νὰ τὸ προσκυνήσω. 9 9 Αὐτοὶ δέ, ἀφοῦ ἤκουσαν τοὺς λόγους αὐτοὺς τοῦ βασιλέως, ἔφυγον διὰ τὴν Βηθλεέμ.Καὶ ἰδοὺ ἄστρον ὑπερφυσικόν, ποὺ ἔλαμπε καὶ τὴν ἡμέραν, ὅμοιον ὅμως πρὸς ἐκεῖνο, ποὺ εἶδαν ἀπ’ ἀρχῆς τῆς ἀνατολῆς του, ἐπήγαινεν ἐμπρὸς ἀπὸ αὐτούς, ἕως ὅτου ἦλθε καὶ ἐστάθη ἐπάνω ἀπὸ τὸ σπίτι, ποὺ ἧτο τὸ παιδίον. 10 10 Ὅταν δὲ εἶδαν τὸν ἀστέρα οἱ μάγοι ἐχάρησαν πολὺ μεγάλην χαράν, διότι εἶχαν πλέον ἀσφαλῆ ὁδηγόν. 11 Καὶ ἀφοῦ ἦλθαν εἰς τὸ σπίτι, εἶδαν τὸ παιδίον μὲ τὴν μητέρα του Μαρίαν, καὶ ἀφοῦ ἔπεσαν κατὰ γῆς τὸ προσεκύνησαν, καὶ ἀνοίξαντες τὰ θησαυροφυλάκιά τους τοῦ προσέφεραν δῶρα, χρυσὸν καὶ ἀπὸ τὰ πολύτιμα ἀρωματικὰ τῆς Ἀραβίας, λίβανον καὶ σμύρναν. 12 Καὶ ἀφοῦ ἔλαβαν ἀπὸ τὸν Θεὸν ὁδηγίαν εἰς ὄνειρόν τους νὰ μὴ ξαναγυρίσουν εἰς τὸν Ἡρῴδην, ἀνεχώρησαν ἀπὸ ἄλλον δρόμον εἰς τὴν πατρίδα τους.
Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.