Ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ὅταν ἔγιναν οἱ μεγάλοι σεισμοὶ τῆς Ἀντιοχείας καὶ ἦταν ἀκόμα ἱερέας, εἶπε στοὺς Χριστιανούς· Νὰ πᾶτε νὰ γράψετε ὅλοι ἐπάνω στοὺς τοίχους «Xριστὸς μεθ’ ἡμῶν· στήτω» καὶ ἐννοοῦσε ὅτι· «Ὁ Χριστὸς εἶναι μαζί μας, σπίτι μου νὰ σταθῇς, ὄχι νὰ πέσῃς». Καὶ πράγματι ὅπου οἱ Χριστιανοὶ ἐπίστευσαν, δὲν ἐράγισε τὸ σπίτι κανενός. Ὅπου τὸν κορόϊδεψαν ἔπεσαν τὰ σπίτια! Ἀργότερα οἱ πιστοὶ μιμούμενοι τοὺς πονεμένους ἀδερφοὺς τῆς Ἀντιοχείας ἔγραφαν πάνω ἀπὸ τὴν κύρια εἴσοδο τοῦ σπιτιοῦ τους· «Χριστὸς μεθ’ ἡμῶν· στήτω», ἀπολύτως βέβαιοι γιὰ τὴν προστασία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Xριστοῦ καὶ τῆς Παναγίας.
Ὅταν ἀναμένεται σεισμός, λέμε τὴν προσευχή·
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριὰς ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
ἀναδημοσίευσι ἀπὸ https://www.vimaorthodoxias.gr/prosefxi/christos-meth-imon-stito-mia-proseychi-gia-prostasia-apo-ton-seismo/